ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 9 ΜΑΪΟΥ – ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ

ΑΠΟΣΤΟΛΟΣ (Πράξ. ε΄, 12-20)

Εν ταῖς ἡμέραις ἐκείναις, διά τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλὰ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἂγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.

Μετάφραση

Εκεῖνες τίς μέρες, μέσω τῶν ἀποστόλων γίνονταν πολλά ἐκπληκτικά θαύματα στό λαό. Οἱ πιστοί συνήθιζαν νά συγκεντρώνονται ὅλοι μαζί στή Στοά τοῦ Σολομώντα. Ἀπό τούς ἄλλους πού ἦταν στό ναό κανείς δέν τολμοῦσε νά προσκολληθεῖ σ΄ αὐτούς, ὅμως ὁ λαός τούς εἶχε σέ μεγάλη ὑπόληψη. Ὅλο καί περισσότερα πλήθη ἀπό ἄντρες καί γυναῖκες πίστευαν στόν Κύριο καί γίνονταν μέλη τῆς ἐκκλησίας. Ἀκόμη καί στίς πλατεῖες ἔφερναν τούς ἀσθενεῖς καί τούς ξάπλωναν σέ κρεβάτια καί σέ φορεῖα, γιά νά πέσει πάνω σέ κάποιον ἀπ΄ αὐτούς ἔστω καί ἡ σκιά τοῦ Πέτρου ὅταν αὐτός ἐρχόταν. Κι ἀπό τίς πόλεις πού ἦταν γύρω στήν Ἱερουσαλήμ συνέρρεε τό πλῆθος, φέρνο-ντας ἀρρώστους κι ἄλλους πού τούς βασάνιζαν πνεύματα πονηρά· κι ὅλοι αὐτοί γιατρεύονταν. Τότε ὁ ἀρχιερέας καί ὅλοι ὅσοι ἦταν μαζί του, δηλαδή αὐτοί πού ἀνῆκαν στό κόμμα τῶν Σαδδουκαίων, γεμάτοι φθόνο ἔπιασαν τούς ἀποστόλους καί τούς ἔβαλαν στή φυλακή. Ἀλλά, τή νύχτα, ἕνας ἄγγελος Κυρίου ἄνοιξε τίς πόρτες τῆς φυλακῆς, τούς ἔβγαλε ἔξω καί τούς εἶπε. «Πηγαίνετε στό ναό καί κηρύξτε στό λαό τό μήνυμα γι΄ αὐτή τήν καινούρια ζωή».

Related posts