ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ
ΚΥΡΙΑΚΗ Θ΄ ΛΟΥΚΑ
(Λουκ. 12, 16-21)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· Κάποιου πλούσιου ἀνθρώπου τά χωράφια ἔδωσαν ἄφθονη σοδειά. Τότε ἐκεῖνος σκεφτόταν καί ἔλεγε: “τί νά κάνω; Δέν ἔχω μέρος νά συγκεντρώσω τά γεννήματά μου! Ἀλλά νά τί θά κάνω”, εἶπε. “Θα γκρεμίσω τίς ἀποθῆκες μου καί θά χτίσω μεγαλύτερες γιά νά συγκεντρώσω ἐκεῖ ὅλη τή σοδειά μου καί τ’ ἀγαθά μου. Μετά θά πῶ στόν ἑαυτό μου: τώρα ἔχεις πολλά ἀγαθά, πού ἀρκοῦν γιά χρόνια πολλά· ξεκουράσου, τρῶγε, πίνε, διασκέδαζε”. Τότε τοῦ εἶπε ὁ Θεός: “ἀνόητε. Αὐτή τή νύχτα θά παραδώσεις τή ζωή σου. Αὐτά, λοιπόν, πού ἑτοίμασες σέ ποιόν θά ἀνήκουν;” Αὐτά, λοιπόν, παθαίνει ὅποιος μαζεύει πρόσκαιρους θησαυρούς καί δέν πλουτίζει τόν ἑαυτό του μέ ὅ,τι θέλει ὁ Θεός.