ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2021 – ΙΖ΄ ΜΑΤΘΑΙΟΥ

(Β΄ Κορ. στ΄ 16 – ζ΄ 1) 

Αδελφοί, ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ». Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Μετάφραση

Αδελφοί, ἐσεῖς εἶστε ναός τοῦ ἀληθινοῦ Θεοῦ, ὅπως ὁ ἴδιος εἶπε: Θά κατοικήσω ἀνάμεσά τους καί θά πορεύομαι μαζί τους. Θά εἶμαι Θεός τους, κι αὐτοί θά εἶναι λαός μου. Γι΄ αὐτό λέει ὁ Κύριος: Φύγετε μακριά ἀπ΄ αὐτούς καί ξεχωρίστε. Μήν ἀγγίζετε ἀκάθαρτο πράγμα, κι ἐγώ θά σᾶς δεχτῶ. Θά εἶμαι γιά σᾶς ὁ πατέρας, κι ἐσεῖς θά εἶστε γιοί καί θυγατέρες μου, λέει ἀκόμα ὁ παντοκράτορας Κύριος. Ἀφοῦ λοιπόν, ἀγαπητοί μου, ἔχουμε αὐτές τίς ὑποσχέσεις, ἄς καθαρίσουμε τούς ἑαυτούς μας ἀπό καθετί πού μολύνει τό σῶμα καί τήν ψυχή. Ἄς ζήσουμε μία ἅγια ζωή μέ φόβο Θεοῦ.

Related posts