ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 26 ΜΑΡΤΙΟΥ 2023 – Δ΄ ΝΗΣΤΕΙΩΝ

Κυριακή Δ΄ Νηστειών – 26 Μαρτίου – Ιωάννου της Κλίμακος

ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. στ΄, 13–20)

Αδελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ λέγων· «Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε»· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας· Ἂνθρωποι μὲν κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος», ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀρχιερεὺς γενόμενος «εἰς τὸν αἰῶνα».

Μετάφραση

Αδελφοί, ὃταν ὁ Θεός ἔδωσε τήν ὑπόσχεσή του στόν Ἀβραάμ, ἐπειδή δέν ὑπῆρχε ἀνώτερος γιά νά ὁρκιστεῖ, ὁρκίστηκε στόν ἑαυτό του, λέγοντας: «Σού ὑπόσχομαι ὅτι θά σ΄ εὐλογήσω καί θά σοῦ δώσω πολλούς ἀπογόνους». Ἔτσι πῆρε ὁ Ἀβραάμ τήν ὑπόσχεση, καί μέ τήν ὑπομονή του πέτυχε τήν ἐκπλήρωσή της. Οἱ ἄνθρωποι ὁρκίζονται σέ κάποιον ἀνώτερό τους, κι ὁ ὅρκος δίνει γι΄ αὐτούς τέλος σέ κάθε ἀμφισβήτηση καί ὑποδηλώνει ἐπιβεβαίωση. Ὁ Θεός, λοιπόν, ἐπειδή ἤθελε νά δείξει πιό καθαρά σ΄ αὐτούς πού θά κληρονομοῦσαν τά ὅσα ὑποσχέθηκε, ὅτι ἡ ἀπόφασή του ἦταν ἀμετάκλητη, τήν ἐγγυήθηκε μέ ὅρκο. Γιά δύο λοιπόν ἀμετακίνητα πράγματα, γιά τά ὁποία εἶναι ἀδύνατο νά διαψευστεῖ ὁ Θεός, ἐμεῖς πού καταφύγαμε σ΄ αὐτόν ὀφείλουμε νά μείνουμε σταθεροί σ΄ αὐτά πού ἐλπίζουμε. Αὐτή μας ἡ ἐλπίδα μᾶς ἀσφαλίζει καί μᾶς βεβαιώνει σάν ἄγκυρα, καί μᾶς ὁδηγεῖ στά ἐνδότερα τοῦ καταπετάσματος, ὅπου μπῆκε πρίν ἀπό μας καί γιά χάρη μας ὁ Ἰησοῦς, ἀρχιερέας γιά πάντα ὅπως ὁ Μελχισεδέκ.

Related posts